Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 2

2 οἱ μὲν οὖν πολιτικοὶ τὰς ἀρχὰς λαμβάνουσι καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων καὶ εἰς αὐτὰ τεινούσας, ὁ δὲ Ξενοφῶν εἰς αὐτὰ τεινούσας οὐκ ἐν ἅπασιν, εἴωθε δὲ μὴ ἀπʼ αὐτῶν λαμβάνειν, ὥσπερ ἐν τῇ Παιδείᾳ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο· οὐ γὰρ ἀπὸ τῶν Κύρου πράξεων, ἀλλʼ ἐπιχειρηματικῶς ἔξωθεν προήγαγε τὸν λόγον· διὸ καὶ προϊὼν κατὰ λεπτὸν ἔξωθεν τὴν αὔξησιν ἐποίησε.
3 κέχρηται δὲ καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.
4 ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλʼ ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατʼ εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως, ἀλλʼ ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν ἔννοιά ποθʼ ἡμῖν ἐγένετο καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι ἔννοιά ποθʼ ἡμῖν ἐγένετο τῆς ἀφελείας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi