Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 2

3 δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα διʼ ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται, ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατʼ ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ διʼ ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.

περὶ ἐπιχειρημάτων.

1 τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθʼ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi