Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 2

1 μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπʼ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, διʼ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
2 ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ὃ ἦν κατʼ αὐτοῦ.
3 καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.
4 καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ, εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi