Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

3 αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί, αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατʼ οὐσίαν, αἱ δὲ κατʼ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δʼ ἐγγὺς πλήθει· ἀλλʼ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι· τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπʼ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ ὁ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν· ὁ τοίνυν συμβουλεύων ἐρεῖ πάντα ἃ δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν ἢ δίκην ἀγωνιζόμενος· ὁ δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ ὁ συμβουλεύων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi