Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

5 ἀξιοπιστίας δὲ καὶ τὸ ἰσχυρίζεσθαι τοῖς πράγμασιν, ὅταν λέγῃς, εὖ τοίνυν ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε, καὶ διʼ ἅ γε εἰκότως τοῦτο πεπόνθατε, ἀκούσατέ μου. καὶ ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἀπισχυρίσατο, τὸ μὲν ἐξελέγχειν πολλὰ καὶ δεινὰ πεποιηκότα τοῦτον καὶ τῆς ἐσχάτης τιμωρίας ὄντα ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω. καὶ ἐν τῷ κατὰ Στεφάνου, ἐπιδείξω δὲ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα ψευδῆ καὶ διʼ αἰσχροκέρδειαν τοῦτο πεποιηκότα καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν.
6 ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.
7 ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
8 Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi