Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

6 περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.
7 περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi