Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

4 καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπʼ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν ἀλλʼ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, ὁ δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφʼ ἑαυτῶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί. καὶ ἀλλαχοῦ πάλιν ἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν· καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, ὁ δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ πράγματος ἀόριστον εἶπεν, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα. καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν ὁ τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν ὁ δὲ ἕτερος εἶπε.
5 σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι, ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. ὁ δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ ὁ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίων χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσιν ἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἢ ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ ὁ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, ὁ δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi