182
ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν
184
δόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται.
184
ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδʼ οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἔστιν,