Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
178 καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίαν
180 καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν ὁ νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον.
180 οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi