Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
160 καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν
162 ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δʼ οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλʼ ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος. καίτοι ὅταν ὁ τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς
164 οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi