Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
148 τὸ μῖσος, καὶ τοὺς εὐεργέτας οὐ μᾶλλον ἀφαιρησόμεθα τὰ δοθέντα ἢ ἡμᾶς αὐτοὺς τὸ πιστεύεσθαι. εἰ δὲ τὸ τῆς ἁπάντων εὐνοίας ἐκπεσεῖν καὶ πονηρὰν ἀντὶ χρηστῆς δόξαν λαβεῖν πολλῷ χαλεπώτερον τοῦ δωρεῶν ὡντινωνοῦν ἐστερῆσθαι, πρῶτον μὲν οὐκ ἂν φθάνοιμεν ἡμᾶς αὐτοὺς μᾶλλον ἢ τοὺς εὐεργέτας διʼ ὧν ἀφαιρούμεθα ζημιοῦντες· ἔπειτα καὶ δεινῶς ἄτοπον καὶ καινὸν οἴκοθεν ἡμῖν αὐτοῖς τὸν πόλεμον ἐπεισάγειν καὶ τοὺς αὐτοὺς οὐκ ἐκ μέρους, ἀλλʼ ὁμοῦ καὶ ἀδικοῦντας δή που καὶ ἀδικουμένους ὑπάρχειν, καὶ δημίους καὶ πάσχοντας. ὃ παρʼ ἄλλου μὲν ἂν γεγονὸς εἶχεν ἄν τινα παραμυθίαν ἡμῖν καὶ προσέτι τοῖς παραδείγμασι φέρειν ἐδόκει, τὸ δʼ ἡμῖν αὐτοῖς ἐπηρεάζοντας ἡμᾶς εἶναι καὶ κακῶς ποιεῖν καὶ ὃ τούτου δεινότερον, ἐξὸν μὴ πάσχειν, εἶτα πάσχειν αἱρεῖσθαι, πᾶσαν κακοδαιμονίαν ἐκβαίνει. ὅπου γὰρ καὶ πρὸς τοὺς ὑβριστάς τε καὶ συκοφάντας μεγαλοψυχίᾳ κεχρῆσθαι καὶ ὅπως ἡμῖν ἔπειτʼ αὐτοὺς παρασκευάσομεν εὔνους πάντα ποιεῖν οἰόμεθα χρῆναι, ἦ που μανία
150 περιφανὴς, ὅταν *** τοὺς εὐεργέτας καὶ τὰ ἡμέτερʼ αὐτῶν περὶ πάνυ τοι πολλοῦ ποιουμένους καὶ οὐδὲ παυσομένους ταυτησὶ τῆς μανίας, ἐὰν βουλώμεθʼ ἡμεῖς, ἀντὶ τοῦ πάντων ὧν σφίσι προσῆκεν ἐπιεικῶς ἀξιοῦν καὶ πάνυ τοι προσφιλοτιμεῖσθαι, ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi