Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
108 παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων
110 εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi