Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
100 καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ
102 μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δʼ ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ ἃ δέδωκεν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi