Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
62 καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι
64 τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην
66 τῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου
68 χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi