Thesauros Edebiyat Hitabet Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
26 δωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθʼ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δʼ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτʼ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδʼ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi