22
ἔτι τοίνυν κἀκεῖθεν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἔχοιτʼ ἂν συνιδεῖν ὃ λέγω καὶ τὸ συμφέρον ἐξ ἀνάγκης νομοθετεῖν, ὅτι πλὴν ἀτελείας πάντα τἄλλα πρὸς τοὺς εὐεργέτας ἔσθʼ ἡμῖν ποιητέα, ἂν τοὺς ἡμετέρους προγόνους ὁποῖοί τινες περὶ ταῦτʼ ἦσαν ἐνθυμηθῶμεν, ὅτε καὶ τὰ τῆς πόλεως ὡς μάλιστα ἤνθει, καὶ τὸ πρὸς ταύτην ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι φιλοτιμότερόν πως καὶ μετὰ μείζονος ἀπήντα παρασκευῆς. ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ συνέσει καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δʼ αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλʼ ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτʼ ἔχοντες προὔργου, αὐτοί τε πάνθʼ ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδʼ ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦν