22
τῆς αὐτῆς ταύτης αἰτίας; οὐ γὰρ ἐν μὲν τοῖς βελτίστοις εἰσὶ παῖδες, ἐν δὲ τοῖς πονηροτάτοις οὐκέτι, ἀλλὰ καὶ πολὺ μᾶλλον ἐνταῦθα δεῖ τούτους τὸ πεφυκὸς ἐνδεδεῖχθαι, εἰ μὴ μέλλοιεν ἔλαττον ἔχειν τῶν φίλων, οὓς αἱ συμφοραὶ παριστᾶσιν· εἰ δʼ οὐδʼ ἂν ἐν ὀνείροις συνατυχεῖν αὐτοῖς ἕλοιντο, οὔκουν γε ἑκόντες εἶναι, ὥς γε ἐγὼ νομίζω, πῶς ταῖς τούτων εὐπραγίαις δεῖν οἴονται χρῆσθαι; πῶς δʼ οὐ σφίσιν αὐτοῖς περιπίπτουσιν, ὅταν ταῦτʼ ἀξιῶσιν, εἴπερ ἐπὶ μὲν τῶν φαυλοτάτων ἀρνοῦνται τὴν φύσιν, ἐπὶ δὲ τῶν εὖ ἐχόντων ἄνω καὶ κάτω ταυτησὶ λόγον ποιοῦνται; ὅλως δὲ εἰ μὲν ὀρθῶς καὶ δικαίως ταύτην προΐσχονται, δεῖ δή που ταύτης διὰ πάντων ἔχεσθαι καὶ μὴ νῦν μὲν, νῦν δʼ οὔ· εἰ δὲ κέρδους ἕνεκα μόνου πρὸς αὐτὴν καταφεύγουσιν, ἄλλως δὲ οὐδαμῶς, λανθάνουσι σφᾶς αὐτοὺς ταύτης οὐδὲν ἧττον ἀλλοτριοῦντες ἢ συνιστάντες· οὔκουν οὐδὲ προσέχειν τὸν νοῦν αὐτοῖς δεῖ τὰ τοιαῦτα προκαλουμένοις.