Thesauros Edebiyat Hitabet Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
18 νόσον συνοιχομένην σώματι· ὥστʼ οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλʼ ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθʼ ἑκὼν μήτʼ ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτʼ ἂν ἐνταῦθʼ ἐμπεσεῖν, ἂν δʼ ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi