14
εἰ δὲ ταῦθʼ οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτʼ ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθʼ αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλʼ ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθʼ ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδʼ ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ
15
τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν.