Thesauros Edebiyat Hitabet Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
13 τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵνʼ ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχʼ αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδʼ ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλʼ αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις δωρεῖται, ἀλλʼ οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δʼ εἰ καὶ τοῦτʼ ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθʼ ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi