Thesauros Edebiyat Hitabet Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
12 καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτʼ αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι διʼ ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν, ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτʼ ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδʼ ἂν εἷς ἔτʼ ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχία πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι. κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δʼ οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi