429
τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι.