Thesauros Edebiyat Hitabet Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων Aristides, Aelius
407 οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλʼ ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δʼ ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δʼ ἅ γʼ αἰσχύνη λέγειν οὐ χεῖρον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi