403
ἀλλὰ μή πω ταῦτα. ἀλλὰ τί κωλύει καὶ τοὺς πτωχοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερʼ εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι; οὐκοῦν ὅ γʼ αὐτὸς ποιητὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς ἀγαθούς. ὥστʼ εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέγονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν; εἰ δʼ ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι. πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησομένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτʼ ἐξεπίτηδες ποριζομένους. οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂν