Thesauros Edebiyat Hitabet Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων Aristides, Aelius
403 ὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων ὦ πόποι φησὶν οἷʼ ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα· ὁ δʼ ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρτήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος. μηδʼ ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρʼ ἔχοντές τι βέλτιον παρʼ ἑαυτοῖς, εἶθʼ ἑκόντες τοῦτʼ ἀφέντες τὸ χεῖρον ἀλλάττονται. οὔκουν χρυσόν γʼ ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντʼ αὐτοῦ, οὐδʼ εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδʼ ἀντʼ οἴνου τρύγα καὶ ταύτην σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδʼ αὖ βύρσης ὄζειν, μύρων ἐξόν. ἀλλὰ ταῦτʼ ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτʼ ἴσασιν οὔτε δύνανται πορεύεσθαι, φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαριζόμενοι ταῦτα ποιεῖν. καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπʼ αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις ἄν. οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi