Thesauros Edebiyat Hitabet Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
367 σκόπει δῆτα ἀκούων ὡς ἔχω περὶ τούτων, κἂν λάβῃς ψευδόμενον, τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν, καὶ τὴν μαντικὴν διάγραφε. ἐγὼ νομίζω τὸν μὲν τῶν ὑπαρχόντων μεῖζον φρονοῦντα, ἢ καὶ σχηματιζόμενον πρὸς τοὺς πολλοὺς ὡς ἂν ἐκπλήξειεν εἴτε λόγοις εἴτε καὶ πράξεσιν, οὐχ ὑγιαίνειν, ἀλλʼ εἶναι τοῦτον ἐκεῖνον τὸν ἀλαζόνα καὶ γόητα, καὶ ὅ τι τοιοῦτον βούλει καλεῖν· ὅστις δʼ εἰς ὅσον ἥκει δυνάμεως ἐξεπιστάμενος πρὸς τοῦτο καὶ τὴν ἀξίαν φρονεῖ, καὶ μηδὲν πλέον μήτε ζητεῖ μήτε θηρᾶται, τοῦτον ἀκριβῶς τὸν τῆς ἐλευθερίας ὅρον πληροῦν, ὥσπερ γε κἀν χρήμασιν ὅστις μὲν οἶμαι πλείω τῶν ὑπαρχόντων τὸν ὄγκον περιβάλλεται καὶ περινοστῶν σοβεῖ διὰ κενῆς, καὶ τοῦτʼ ἐσπούδακεν ἐξαπατᾶν τοὺς ἐντυγχάνοντας, ἀλαζόνα που καλοῦμεν καὶ βλᾶκα καὶ χαῦνον τοὺς τρόπους· ὁ δʼ αὖ ταπεινότερος ἢ κατὰ τὴν δύναμιν ἀξιῶν φαίνεσθαι καὶ συστέλλων ἑαυτὸν ἐπίτηδες εἰς τοὔλαττον ἑκὼν καὶ προχειρότερος ἐξαρνεῖσθαι τὰ ὄντα ἢ ὁμολογεῖν οὐ μάλα ἐν ἐλευθέροις ἐστὶν, ἢ κἂν εἰ μικροπρεπῆ καὶ γλίσχρον καὶ τοῦ κέρδους ἥττω καλοίης, τυγχάνοις ἂν μᾶλλον τοῦ προσήκοντος. οὕτως οἶμαι καὶ περὶ τῶν λόγων ἔχει, καὶ πάντων ὡς εἰπεῖν τῶν ἐν τῇ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi