Thesauros Edebiyat Hitabet Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
390 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi