Thesauros Edebiyat Hitabet Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
336 σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi