Thesauros Edebiyat Hitabet Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
334 ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι Νείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς τακείσης χιόνος ἀρδεύει γύας. πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi