348
ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι. πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν, καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσει