348
ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.