Thesauros Edebiyat Hitabet Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
341 προὔργου τοῦ παραδείγματος, τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως, τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi