Thesauros Edebiyat Hitabet Πρὸς Καπίτωνα

Πρὸς Καπίτωνα

Πρὸς Καπίτωνα Aristides, Aelius
317 φέρε δὴ πρὸς αὐτοῦ τοῦ φιλίου Διὸς, ἐπεὶ καὶ Πλάτων τό τε ἀληθὲς ἁπανταχοῦ τιμᾷ καὶ τὰς ἐν τοῖς λόγοις συνουσίας ἀφορμὴν φιλίας ἀληθινῆς ὑπολαμβάνει, σαφέστερον κατίδωμεν τί ποτε ἦν ὅ σοι προσέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. ἐγὼ μὲν γὰρ αὐτὸν ἐπειρώμην πανταχοῦ σύμψηφον ὄντα ἐμαυτῷ δεικνύναι. εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι καὶ κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς. σὺ δὲ ἐπαίνει μὲν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίγνωσκε δὲ ὅμως, εἰ μὴ καὶ τιμῆς ἀξιοῖς,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi