322
σκόπει τοίνυν καὶ τὰ ἐπὶ τῆς τελευτῆς τῶν λόγων ὡς ἀκόλουθα τῷ προοιμίῳ· τοῦτο μὲν περὶ τῶν τῷ ὄντι ῥητόρων διαλεγόμενοι, Πλάτων δʼ ἡμῖν ποῦ χοροῦ, φαμὲν, στήσεται; ἡμεῖς μὲν αὐτὸν ἐν τῷ καλλίστῳ τάττειν ἕτοιμοι τοιουτοισί τισι τοῖς ῥήμασιν, οὐ γὰρ τό γʼ ἀκριβέστερον μέμνημαι· τοῦτο δὲ ἑτέρων τινῶν ἀνθρωπίσκων μνησθέντες, πρὸς δὲ δὴ Πλάτωνα, τὸν τῶν ῥητόρων πατέρα τε καὶ διδάσκαλον, οὕτως οἶμαι τὸ ἐφεξῆς εἰρήκαμεν, καὶ τοσαῦτά γʼ ἐστὶν οὐ τὸν βίον τὸν ἐκείνου καὶ τοὺς λόγους εἰς ὅσον οἷόν τε σεμνύνοντος, καὶ ταυτὶ πάντα ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι, φησὶ Δημοσθένης, ἐπεὶ τό γε τοῦ Πινδάρου πολλοὶ ὑμνοῦσι χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν. ἐχθρὸν δέ που λέγει τὸν ἀντίπαλον. καὶ σχεδὸν ἔν τε ταῖς σφαιρομαχίαις καὶ τοῖς γυμνικοῖς αὐτοῖς ἀγῶσι, προσθήσω δὲ καὶ ἱππικοῖς, οὕτως ὁρῶμεν οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας τοὺς περὶ τῆς νίκης ἐρίζοντας,