120
Πεισιστράτου· ἀλλʼ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου. καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν, εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν;