302
ἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτʼ ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστʼ εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθʼ οἱ λόγοι, τάχʼ ἄν τις ἔφησε νουθεσίας ἕνεκʼ αὐτοὺς λέγεσθαι· τεθνεῶσι δʼ ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε διʼ ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν;