291
παραπλήσιον; ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλʼ ἐπιστῆμαι περὶ τὴν τοῦ σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται κατʼ ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτʼ ἐστὶ τὰ κάλλιστα, ἀλλʼ ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφʼ ἅπασι λόγον, τὸ δʼ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι, χρῶμαι δʼ αὐτοῦ Πλάτωνος τῷ παραδείγματι· καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δʼ αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν.