271
πάλιν δὲ μνημονεύσωμεν τῶν ῥημάτων καὶ παρʼ ἄλληλα θεασώμεθα ἅ τʼ ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα. οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομʼ ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; προστάτης γὰρ πόλεως οὐδʼ ἂν εἷς ποτὲ ἀδίκως ἀπόλοιτο ὑπʼ αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. ταῦτʼ, ὦ πρὸς Διὸς, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν, ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δʼ ἂν ἀπόληται, οὐκ ἄν ποτε τοῦτʼ ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ; ποῦ ταῦτʼ ἐστὶν ἐοικότα, ἢ πῶς εἰς ταυτὸν τελεῖ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα μήτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο μήτε τῇ κολακικῇ, δῶμεν γὰρ, κακῶς λέγειν αὐτοὺς οὐδʼ οὕτως οἶμαι προσῆκε. τί γὰρ μᾶλλον κόλακας καὶ φαύλους ὑποληπτέον αὐτοὺς, εἰ μὴ τῇ