268
φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερʼ ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ