268
ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης.