249
δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως. παραιτοῦμαι δʼ εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις, εἴ τίς ἐστιν αἴσθησις. καὶ οὐκ ἐρῶ Διονύσιον οὔτε τὸν Ἑρμοκράτους οὔτε τὸν Διονυσίου οὔτε τῶν ἐν Σικελίᾳ μετʼ ἐκείνου συνδιατριψάντων οὐδένα, ἀλλʼ εἰσὶν οἳ λέγουσιν, ἕτεροι δʼ αὖ φασιν ἀληθῆ λέγειν τούτους ὡς ὅτε τὴν τρίτην ἀποδημίαν εἰς Σικελίαν ἀπεδήμησε, τότε τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων ὑπολειφθέντες οἴκοι νεώτερα ἐβουλεύσαντο, καὶ τοὺς Ἀθηναίους ἐμιμήσαντο, μᾶλλον δὲ οὐ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς Ἀθηναίων ὑπηκόους λέγω τοὺς ἀφισταμένους. καίτοι τό γʼ ἐκείνων ἐπαναστάσει προσεοικὸς ἦν, οἱ δὲ διατριβάς τε ἀντικατασκευάζειν αὐτοῖς ἠξίουν πλησίον τῆς ἐκείνου καὶ ᾠκοδόμουν ἐπὶ τῇ Ἀκαδημίᾳ, τό τε σύμπαν ὑπερφρονεῖν ἐκέλευον ὅτου δὴ—οὐ γὰρ ἔγωγʼ ἂν ἐφεξῆς οὑτωσὶ προσθείην τοὔνομα—φάσκοντες γέροντά τε εἶναι πολλοῦ καὶ παραφρονεῖν ἤδη. ὥστε, ὦ φίλε Πλάτων, ἀτεχνῶς τὸ τοῦ Περικλέους συνέβη σοι. καὶ ὥσπερ ἀρτίως Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἑκάστου τε τῆς τύχης ἐφαίνου μετέχων, οὕτω σοι καὶ ὁ