214
τῶν δρωμένων καὶ νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε καὶ θεοὶ καὶ ἥρωες οἱ κοινοὶ τῶν Ἑλλήνων σύμμαχοι συνηγωνίζοντο, καὶ συνεναυμάχουν τιμῶντες ἔργῳ Θεμιστοκλέα, καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι. καίτοι ὅτε ἡ Σαλαμὶς τοῦτʼ ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλης γέ τινος χώρας Σαλαμὶς τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλʼ ὁ θεὸς τὴν ναυμαχίαν θείαν διʼ ἐκείνης προσεῖπε· Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶς ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηρος δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς, ὁ δʼ Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆς πρὸς ταῦτα ἥρμοστο κἀν τοῖς παροῦσι μόνος ταὐτὰ τοῖς θεοῖς ἐγίγνωσκε, πῶς οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλʼ οὐ Πλάτων οὕτως, ἀλλʼ ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ καὶ τοῖς καπήλοις εἰκάζει πᾶσι. πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο;