Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
51 φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθʼ ἡμῖν βούλεται. ἢ τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικουρεῖ· τοὺς γὰρ παραβαίνοντας ἃ προστάττουσιν ἐκεῖνοι, τούτους ἀναζητεῖ καὶ τιμωρεῖται· καὶ οὐδʼ αὐτὸ τοῦθʼ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δικαστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον ἢ παρὰ τῆς ῥητορικῆς; ἡ μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, ἡ δʼ ἐπὶ τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα ἡ ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ ἡ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι· τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερον

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi