49
σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτʼ ἐστὶ τὸ ποιῆσαν, κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλʼ οὐχὶ τὴν αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων, νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, ἢ τὸ μηδὲν ὑπʼ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρασεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύλων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύʼ ἔστιν ὡς εἰπεῖν τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδʼ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθʼ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθʼ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτʼ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δʼ οὐκ ἦν