Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
49 ἢ παρʼ αὐτὰ τιμωρήσασθαι, τοῖς δʼ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδʼ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλʼ ὁ λόγος τὸ δίκαιον ἐφʼ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πεποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθʼ αὑτὴν ἄγουσα καὶ τὸ διδάξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλογίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi