97
ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.