558
οὐ μὴν οὐδʼ εἰδέναι μὲν φάσκειν, ἑκόντας δὲ ὀλιγωρεῖν τῆς σωτηρίας ἀνθρώπινον. ἥδιστα δʼ ἄν μοι δοκῶ τοῦτʼ ἐπιτιμηθῆναι, ὡς ἀρχαῖα λέγων καὶ οὐδʼ ὁτιοῦν καινὸν εὑρηκώς. πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν λέγοντι μέμφεσθαι ὡς λίαν γνώριμα καὶ παλαιὰ καὶ πᾶσι δοκοῦντα συμβουλεύει, αὐτοὺς δὲ μὴ τολμᾶν χρῆσθαι τοῖς οὕτω φανεροῖς, ἀλλὰ μὴ μόνον πρὸς αὑτοὺς στασιαστικῶς ἔχειν, ἀλλὰ καὶ παντὶ τῷ μέχρι τούτου χρόνῳ διαφέρεσθαι; ἐγὼ δʼ οὔτε τὸν σύμβουλον οὔτε τοὺς χρωμένους ἡγοῦμαι τοῦτο δεῖν σκοπεῖν, τὸν μὲν ὅπως ἐρεῖ ταῦτα ἃ μηδεὶς,