Thesauros Edebiyat Hitabet Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
567 χώραν τοῖς παροξυσμοῖς. πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος; ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι; ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι; καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε; δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi