563
στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι;