534
ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στάσεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθʼ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν; εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλοτιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτʼ ἐρίζοντας; εἰ δʼ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς εἰκὸς μέγʼ ἐπʼ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν τοῦθʼ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστʼ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπʼ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δʼ